Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.86 Dem. 21.90 (English) >>Dem. 21.92

21.88δεῖ δὴ τοῦτο τὸ πρᾶγμʼ ὑμᾶς οὑτωσὶ σκέψασθαι, καὶ λογίσασθαι τί ποτʼ ἔσθʼ παθὼν Μειδίας οὕτως ὠμὸν τηλικαύτην ἐπεβούλευσε λαβεῖν τῶν πεπραγμένων παρʼ ἀνδρὸς πολίτου δίκην, κἂν μὲν τι δεινὸν ὡς ἀληθῶς καὶ ὑπερφυές, συγγνώμην ἔχειν, ἐὰν δὲ μηδέν, θεάσασθε τὴν ἀσέλγειαν καὶ τὴν ὠμότητα, καθʼ ἁπάντων χρῆται τῶν ἐντυγχανόντων. τί οὖν ἔσθʼ πέπονθεν; μεγάλην νὴ Δίʼ ὦφλε δίκην καὶ τοσαύτην ὥστʼ ἀποστερεῖσθαι τῶν ὄντων. ἀλλὰ χιλίων δίκη μόνον ἦν δραχμῶν. 21.89πάνυ γε, ἀλλὰ δάκνει καὶ τοῦτο, φαίη τις ἄν, ὅταν ἐκτίνειν ἀδίκως δέῃ, συνέβη δʼ ὑπερημέρῳ γενομένῳ λαθεῖν αὐτῷ διὰ τὸ ἀδικηθῆναι. ἀλλʼ αὐθημερὸν μὲν ᾔσθετο, καὶ μέγιστόν ἐστι τεκμήριον τοῦ μηδὲν ἠδικηκέναι τὸν ἄνθρωπον, δραχμὴν δʼ οὐδέπω μίαν ἐκτέτεικεν. 21.90ἀλλὰ μή πω τοῦτο. ἀλλὰ τὴν μὴ οὖσαν ἀντιλαχεῖν ἐξῆν αὐτῷ δήπου, καὶ πρὸς ἐμὲ τὸ πρᾶγμα καταστήσασθαι, πρὸς ὅνπερ ἐξ ἀρχῆς ἦν δίκη. ἀλλʼ οὐκ ἐβούλετο· ἀλλʼ ἵνα μὴ Μειδίας ἀτίμητον ἀγωνίσηται δέκα μνῶν δίκην, πρὸς ἣν οὐκ ἀπήντα δέον, καὶ εἰ μὲν ἠδίκηκε, δίκην δῷ, εἰ δὲ μή, ἀποφύγῃ, ἄτιμον Ἀθηναίων ἕνʼ εἶναι δεῖ καὶ μήτε συγγνώμης μήτε λόγου μήτε ἐπιεικείας μηδεμιᾶς τυχεῖν, καὶ τοῖς ὄντως ἀδικοῦσιν ἅπανθʼ ὑπάρχει.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.86 Dem. 21.90 (English) >>Dem. 21.92

Powered by PhiloLogic